Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.33 Joseph. AJ 18.38 (English) >>Joseph. AJ 18.43

18.36

Ἡρώδης δὲ τετράρχης, ἐπὶ μέγα γὰρ ἦν τῷ Τιβερίῳ φιλίας προελθών, οἰκοδομεῖται πόλιν ἐπώνυμον αὐτῷ Τιβεριάδα τοῖς κρατίστοις ἐπικτίσας αὐτὴν τῆς Γαλιλαίας ἐπὶ λίμνῃ τῇ Γεννησαρίτιδι. θερμά τε οὐκ ἄπωθέν ἐστιν ἐν κώμῃ, Ἀμμαθοὺς ὄνομα αὐτῇ. 18.37σύγκλυδες δὲ ᾤκισαν, οὐκ ὀλίγον δὲ καὶ τὸ Γαλιλαῖον ἦν, καὶ ὅσοι μὲν ἐκ τῆς ὑπʼ αὐτῷ γῆς ἀναγκαστοὶ καὶ πρὸς βίαν εἰς τὴν κατοικίαν ἀγόμενοι, τινὲς δὲ καὶ τῶν ἐν τέλει. ἐδέξατο δὲ αὐτοῖς συνοίκους καὶ τοὺς πανταχόθεν ἐπισυναγομένους ἄνδρας ἀπόρους, 18.38ἔστι δʼ οὓς μηδὲ σαφῶς ἐλευθέρους, πολλά τε αὐτοὺς κἀπὶ πολλοῖς ἠλευθέρωσεν καὶ εὐηργέτησεν ἀνάγκασμα τοῦ μὴ ἀπολείψειν τὴν πόλιν ἐπιθείς, κατασκευαῖς τε οἰκήσεων τέλεσι τοῖς αὐτοῦ καὶ γῆς ἐπιδόσει, εἰδὼς παράνομον τὸν οἰκισμὸν ὄντα καὶ ἀπὸ τοῦ Ἰουδαίοις πατρίου διὰ τὸ ἐπὶ μνήμασιν, πολλὰ τῇδε ἦν, ἀνῃρημένοις τὴν ἵδρυσιν τῇ Τιβεριάδι γενέσθαι· μιαροὺς δὲ ἐπὶ ἑπτὰ ἡμέρας εἶναι τοὺς οἰκήτορας ἀγορεύει ἡμῖν τὸ νόμιμον. 18.39

Τελευτᾷ δὲ καὶ Φραάτης Παρθυαίων βασιλεὺς κατὰ τοῦτον τὸν χρόνον ἐπιβουλῆς αὐτῷ γενομένης ὑπὸ Φραατάκου τοῦ υἱέος κατὰ τοιαύτην αἰτίαν. 18.40Φραάτης παίδων αὐτῷ γενομένων γνησίων Ἰταλικῆς παιδίσκης ὄνομα αὐτῇ Θεσμοῦσα. ταύτῃ ὑπὸ Ἰουλίου Καίσαρος μετʼ ἄλλων δωρεῶν ἀπεσταλμένῃ τὸ μὲν πρῶτον παλλακίδι ἐχρῆτο, καταπλαγεὶς δὲ τῷ πολλῷ τῆς εὐμορφίας προϊόντος τοῦ χρόνου καὶ παιδὸς αὐτῇ τοῦ Φραατάκου γενομένου γαμετήν τε τὴν ἄνθρωπον ἀποφαίνεται καὶ τιμίαν ἦγεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.33 Joseph. AJ 18.38 (English) >>Joseph. AJ 18.43

Powered by PhiloLogic